Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.258 Joseph. AJ 15.263 (English) >>Joseph. AJ 15.266

15.261τοῦτο δὲ εἶχεν οὕτως καὶ πολλὴν ἔκπληξιν ἐνεποίησεν τῷ βασιλεῖ παρʼ ἐλπίδας ἀκουσθέν, ἐκεκίνητό τε μᾶλλον ἐπὶ τῷ παραδόξῳ τοῦ λόγου· τὰ γὰρ περὶ τοὺς Σάββα παῖδας ἐσπουδάσθη μὲν αὐτῷ πρότερον ἐπεξελθεῖν αὐτοὺς δυσμενεῖς γενομένους τῇ διαθέσει, τότε δὲ διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τῆς μνήμης ἐξεληλύθεσαν. 15.262 δὲ ἔχθρα πρὸς αὐτοὺς καὶ τὸ μῖσος ἀπὸ τοιούτων ἦν· Ἀντιγόνου τὴν βασιλείαν ἔχοντος Ἡρώδης μὲν ἐπολιόρκει δυνάμει τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν, ὑπὸ δὲ χρείας κακῶν, ὅσα τοῖς πολιορκουμένοις παρίσταται, πλείους ἦσαν οἱ τὸν Ἡρώδην ἐπικαλούμενοι καὶ πρὸς ἐκεῖνον ἀπονεύοντες ἤδη ταῖς ἐλπίσιν. 15.263ὄντες δὲ ἐπʼ ἀξιώματος οἱ τοῦ Σάββα παῖδες καὶ παρὰ τῷ πλήθει δυνατοί, πιστοὶ διετέλουν Ἀντιγόνῳ τόν τε Ἡρώδην διέβαλλον ἀεὶ καὶ συμφυλάττειν τοῖς βασιλεῦσιν τὴν ἐκ γένους ἀρχὴν προύτρεπον. ἐκεῖνοι μὲν οὖν ἅμα καὶ συμφέρειν αὐτὰ νομίζοντες ἐπὶ τοιούτων ἐπολιτεύοντο. 15.264τῆς δὲ πόλεως ἁλισκομένης καὶ κρατοῦντος τῶν πραγμάτων Ἡρώδου Κοστόβαρος ἀποδειχθεὶς τὰς διεκβολὰς ἀναφράττειν καὶ φρουρεῖν τὴν πόλιν, ὡς μὴ διαπίπτειν ἐξ αὐτῆς τοὺς ὑπόχρεως τῶν πολιτῶν τἀναντία τῷ βασιλεῖ πολιτευομένους, εἰδὼς ἐν ὑπολήψει καὶ τιμῇ τοὺς Σάββα τῷ παντὶ πλήθει καὶ νομίζων μέγα μέρος αὐτῷ γενήσεσθαι πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων τὴν ἐκείνων σωτηρίαν ὑπεξέθετο καὶ κατέκρυψεν ἐν οἰκείοις χωρίοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.258 Joseph. AJ 15.263 (English) >>Joseph. AJ 15.266

Powered by PhiloLogic